Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.157 Joseph. AJ 10.162 (English) >>Joseph. AJ 10.167

10.160ἡγεμόνες δʼ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον. 10.161τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους· γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας· 10.162καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον. 10.163

Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν. 10.164κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.157 Joseph. AJ 10.162 (English) >>Joseph. AJ 10.167

Powered by PhiloLogic